Demades, On the Twelve Years (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Demad.].
<<Demad. 1 Demad. 1 (English) >>Demad. 1

Ὑπὲρ τῆς δωδεκαετίας

1.1τῆς μὲν τῶν κινδυνευόντων σωτηρίας, ἄνδρες Ἀθηναῖοι, καὶ τῆς τιμωρίας ὑμεῖς παρὰ τῶν νόμων τὴν ἐξουσίαν εἰλήφατε· οὔτε δʼ ἰατρὸς ἐμπείρως δύναται θεραπεῦσαι τοὺς κάμνοντας, ἂν μὴ τὴν αἰτίαν τοῦ νοσήματος κατανοήσῃ, οὔτε δικαστὴς ὁσίαν θεῖναι τὴν ψῆφον, ἐὰν μὴ τοῖς τῆς κρίσεως δικαίοις σαφῶς note παρηκολουθηκώς. 1.2ἐμπεσὼν δʼ αὐτὸς εἰς μέσην τὴν τῶν note ῥητόρων δυσμένειαν, ὥσπερ τῆς παρὰ θεῶν, οὕτω τῆς παρʼ ὑμῶν δέομαι τυχεῖν βοηθείας. διαβάλλουσι γάρ μου τὸν βίον, οἰόμενοι τὸν λόγον ἄπιστον καταστήσειν. ἐγὼ δʼ ἀποθανὼν μὲν ζῶν οὐδέν εἰμι· τί γὰρ Ἀθηναίοις, εἰ note παρανάλωμα note Δημάδης; note δακρύσει δέ μου τὴν ἀπώλειαν οὐχ στρατιώτης noteπῶς γὰρ; ὃν αὔξει μὲν πόλεμος, εἰρήνη δʼ οὐ τρέφειἀλλʼ τὴν χώραν γεωργῶν καὶ τὴν θάλατταν πλέων καὶ πᾶς τὸν ἡσύχιον βίον ἠγαπηκώς, τὴν Ἀττικὴν ἐτείχισα, τοὺς ὅρους τῆς χώρας περιβαλὼν οὐ λίθοις ἀλλὰ τῇ τῆς πόλεως ἀσφαλείᾳ. 1.3δεινὸν δέ τι συμβαίνει πολλοῖς τῶν κρινόντων, ἄνδρες note δικασταί. ὥσπερ γὰρ τῶν ὀφθαλμῶν νόσος τὴν ὅρασιν συγχέασα κωλύει τὰ ἐμποδὼν κείμενα θεωρεῖν, οὕτως ἄδικος παρεισδύνων λόγος εἰς τὰς τῶν δικαστῶν note γνώμας οὐκ ἐᾷ διʼ ὀργὴν συνορᾶν τὴν ἀλήθειαν. διὸ καὶ δεῖ συνορᾶν ὑμᾶς εὐλαβῶς ἐπὶ τῶν κινδυνευόντων μᾶλλον τῶν ἐγκαλούντων· οἱ μὲν γὰρ αὐτόθεν ἔχουσιν ἐκ τῆς πρωτολογίας ὁποῖον αὐτοὶ βούλονται τὸν δικαστήν, οἱ δʼ ἀναγκάζονται πρὸς ὠργισμένους κριτὰς τὴν διάνοιαν ἀντιτάσσεσθαι. 1.4ἐὰν μὲν οὖν φαίνωμαι τοῖς ἐγκαλουμένοις ἔνοχος, καταψηφίσασθε, μὴ φείσησθε· οὐ παραιτοῦμαι· ἂν δʼ εὑρίσκωμαι τῶν ἐγκεκλημένων κεχωρισμένος τῷ δικαίῳ, τοῖς νόμοις, τῷ συμφέροντι, μὴ πρόησθέ με τῇ τῶν κατηγόρων ὠμότητι. εἰ δὲ πάντως ἀποθανὼν συμβαλοῦμαί τι πρὸς τὴν κοινὴν σωτηρίαν, ὡς οὗτοι λέγουσιν, ἑτοίμως ἔχω τελευτᾶν· κτήσασθαι γὰρ ἰδίῳ θανάτῳ δημοσίαν εὔνοιαν note καλόν, ἐὰν χρεία τῆς πατρίδος, ἀλλὰ μὴ τούτων λόγος τὸ ζῆν note ἀφαιρήσηται. note 1.5δότε δή μοι πρὸς θεῶν, ἄνδρες Ἀθηναῖοι, δότε διαλεχθῆναι ὡς προαιροῦμαι πρὸς ὑμᾶς περὶ τῶν δικαίων. δοκῶ μὲν γὰρ δύναμιν εἶναί μοι καὶ τοῖς ἄλλοις βοηθεῖν· ἐν δὲ τούτοις ἐμποδίζει μου τὸν λόγον φόβος. ἄλλως δʼ οὐ τὸν ἔλεγχον τοῦ πράγματος δέδοικα, note ἀλλὰ τὴν τῶν ἀντιδίκων διαβολὴν μόνον, ἥτις note οὐ κρίνει τοὺς ἀδικοῦντας, ἀλλὰ φύεται τοῖς δοκοῦσι note λέγειν πράττειν. 1.6 παρʼ ὑμῖν ἐλπὶς δὲ δικαία· οὐ μικρὰ <γάρ> note ἐστι τῷ κινδυνεύοντι ῥοπὴ πρὸς σωτηρίαν τῶν ἀκουόντων βούλησις ταττομένη μετὰ τοῦ δικαίου. ἐὰν ταύτης κατατύχω, note πάσας ἀπολύσομαι τὰς διαβολάς· ἄνευ δὲ ταύτης οὔθʼ λόγος οὔθʼ οἱ νόμοι οὔθʼ τῶν πραγμάτων ἀλήθεια σῶσαι δύνανται note τὸν ἀδίκως κρινόμενον. οὐκ ἀγνοεῖτε δὲ ὅτι πολλοὶ πολλάκις ἤδη τῶν ἐγκαλούντων ἀπὸ μὲν τῆς κατηγορίας ἔδοξαν δίκαια λέγειν, παρατεθείσης δὲ τῆς ἀπολογίας εὑρέθησαν αὐτοὶ συκοφαντοῦντες· δὴ καὶ νῦν πέπεισμαι τούτοις παρακολουθήσειν ὑμῶν ἀκούειν προαιρουμένων μετʼ εὐνοίας. 1.7ἐπεὶ δὲ καὶ τῆς ἄλλης μου πολιτείας κατηγορεῖν ἐπεχείρησαν, βραχέα βούλομαι περὶ αὐτῆς εἰπεῖν, ἔπειθʼ οὕτως ἐπὶ τὴν λοιπὴν δικαιολογίαν ἀπελθεῖν, ἵνα μὴ λάθωσιν ὑμᾶς παρακρουσάμενοι. γεγονὼς γάρ, ἄνδρες Ἀθηναῖοι, Δημέου note πατρός, ὡς καὶ ὑμῶν οἱ πρεσβύτεροι γινώσκουσι, τὸν μὲν ἄλλον χρόνον οὕτως ἔζων ὡς ἐδυνάμην, οὔτε κοινῇ τὸν δῆμον ἀδικῶν οὔτʼ ἰδίᾳ λυπῶν οὐδένα τῶν ἐν τῇ πόλει, πειρώμενος δʼ ἀεὶ τοῖς ἰδίοις πόνοις τὴν ἀσθένειαν τοῦ βίου διορθοῦσθαι. 1.8 πενία δʼ ἴσως δύσχρηστον μὲν ἔχει τι καὶ χαλεπόν, κεχώρισται δʼ αἰσχύνης, ὡς ἄν, οἶμαι, τῆς ἀπορίας ἐπὶ πολλῶν οὐ τρόπου κακίαν ἀλλὰ τύχης ἀγνωμοσύνην ἐλεγχούσης. προσελθὼν δὲ τοῖς κοινοῖς, οὐκ εἰς δίκας καὶ τὴν ἀπὸ τῆς λογογραφίας ἐργασίαν ἔθηκα τὸν πόνον, ἀλλʼ εἰς τὴν ἀπὸ τοῦ βήματος παρρησίαν τοῖς note μὲν λέγουσιν ἐπισφαλῆ παρέχεται τὸν βίον, τοῖς δʼ εὐλαβουμένοις note μεγίστην δίδωσιν ἀφορμὴν πρὸς κατόρθωσιν· οὐ γὰρ ἐν τῇ τοῦ λέγοντος χάριτι δεῖ συνεκπίπτειν τὴν τῆς πατρίδος σωτηρίαν. 1.9χιλίων ταφὴ Ἀθηναίων μαρτυρεῖ μοι, κηδευθεῖσα ταῖς τῶν ἐναντίων χερσίν, ἃς ἀντὶ πολεμίων φιλίας ἐποίησα τοῖς ἀποθανοῦσιν. ἐνταῦθα ἐπιστὰς τοῖς πράγμασιν ἔγραψα τὴν εἰρήνην· ὁμολογῶ. ἔγραψα καὶ Φιλίππῳ τιμάς· οὐκ ἀρνοῦμαι. δισχιλίους γὰρ αἰχμαλώτους ἄνευ λύτρων καὶ χίλια πολιτῶν σώματα χωρὶς κήρυκος καὶ τὸν Ὠρωπὸν ἄνευ πρεσβείας λαβὼν ὑμῖν ταῦτʼ ἔγραψα. 1.10ἐπείληπτο δὲ τῆς γραφούσης χειρὸς οὐχ δωροδοκία τῶν Μακεδόνων, ὡς οὗτοι πλαττόμενοι λέγουσιν, ἀλλʼ καιρὸς καὶ χρεία καὶ τὸ τῆς πατρίδος συμφέρον καὶ τοῦ βασιλέως φιλανθρωπία. ἐλθὼν γὰρ ἐπὶ τὸν κίνδυνον ἐχθρὸς τῶν ἀγώνων φίλος ἐχωρίσθη, τὸ τῶν νενικηκότων ἆθλον τοῖς σφαλεῖσι προσθείς. 1.11πάλιν τοίνυν ἧκε τῇ πόλει καιρὸς ἕτερος, ἵνα τοὺς μεταξὺ κινδύνους ἑκὼν ἐπιλάθωμαι· καὶ πάντες μὲν οἱ τὴν Ἑλλάδα κατοικοῦντες τὸν Ἀλέξανδρον ἐπὶ τὴν ἡγεμονίαν ἀνεβίβαζον, καὶ τοῖς ψηφίσμασιν ἀναπλάττοντες φρόνημα μεῖζον τοῦ δέοντος ἀνδρὶ νέῳ καὶ φιλοδόξῳ περιέθηκαν· λοιποὶ δʼ ἦμεν ἡμεῖς καὶ Λακεδαιμόνιοι, πρόβλημα τῆς σωτηρίας ἔχοντες, οὐ χρημάτων πλῆθος, οὐχ ὅπλων παρασκευάς, οὐχὶ πεζῶν note σύνταξιν, ἀλλʼ ἐπιθυμίαν μεγάλην, δύναμιν δʼ ἀσθενῆ καὶ ταπεινήν. 1.12ὧν μὲν γὰρ note ἐσύλησε τὴν ἰσχὺν περὶ Λεῦκτρα κίνδυνος, δὲ πρότερον ἀπείρατος ὢν πολεμίας σάλπιγγος Εὐρώτας Βοιωτοὺς ἐν τῇ Λακωνικῇ στρατοπεδεύοντας εἶδεν note ἀπέκειρε γὰρ τὴν ἀκμὴν τῆς Σπάρτης Θηβαῖος, καὶ τοὺς ὅρους τῆς Λακωνικῆς τεθειμένους, τὴν ἀκμὴν τῶν νέων, συνέκλεισε ταῖς τέφραις. τὰς δʼ ἡμετέρας παρασκευὰς ἀνάλωσεν πόλεμος, καὶ τὴν ἐλπίδα τῶν ζώντων συνέτριψεν συμφορὰ τῶν ἀποθανόντων. 1.13Θηβαῖοι δὲ μέγιστον εἶχον δεσμὸν τὴν τῶν Μακεδόνων φρουράν, ὑφʼ ἧς οὐ μόνον τὰς χεῖρας συνεδέθησαν, ἀλλὰ καὶ τὴν παρρησίαν ἀφῄρηντο· τῷ γὰρ Ἐπαμινώνδου σώματι συνέθαψε τὴν δύναμιν τῶν Θηβαίων καιρός. ἤκμαζον δὲ τοῖς σύμπασιν note οἱ Μακεδόνες, οὓς ἤδη ταῖς ἐλπίσιν ἐπὶ τὰ σκῆπτρα καὶ τοὺς Περσῶν noteθησαυροὺς τύχη διεβίβαζεν. 1.14ἐνταῦθʼ ὁμοίως Δημοσθένης μὲν ἐκύρωσε πόλεμον, καλὴν μὲν τοῖς ὀνόμασιν, οὐ σωτήριον δὲ τοῖς ἔργοις συμβουλίαν εἰσηγησάμενος τοῖς πολίταις· ὡς δὲ πλησίον ἔστη τῆς Ἀττικῆς πολέμιος, note χώρα δὲ εἰς τὴν πόλιν κατεκλείετο, καὶ τὸ περιμάχητον καὶ θαυμαζόμενον ὑπὸ πάντων ἄστυ βοῶν καὶ προβάτων ὥσπερ ἔπαυλις καὶ τῶν βοσκημάτων note ἐπληροῦτο, βοηθείας δʼ οὐδαμόθεν ἦν ἐλπίς, ἔγραψα τὴν εἰρήνην. 1.15ὁμολογῶ, καί φημι καλῶς καὶ συμφερόντως πεπραχέναι τοῦτο· κρεῖττον γὰρ ἐπερχόμενον ἐκκλῖναι τὸ νέφος φερομένῳ συναπενεχθῆναι τῷ ῥεύματι. ἀξιῶ δʼ, ἄνδρες Ἀθηναῖοι, τὴν ἐκ τῶν πραγμάτων λύπην ἐμοὶ παρʼ ὑμῶν μηδεμίαν ἀπογεννῆσαι δυσμένειαν. οὐ γὰρ ἐγὼ κρατῶ τῆς τύχης, ἀλλʼ τύχη τοῦ βίου, διʼ ἣν κινδυνεύει. δεῖ δὲ τὸν σύμβουλον, καθάπερ τὸν ἰατρόν, οὐ τῆς νόσου τὴν αἰτίαν ἔχειν, ἀλλὰ τῆς θεραπείας τὴν χάριν ἀπολαμβάνειν. 1.16καταχωρίσαντες οὖν τὰ συμβάντα διὰ τὰς ἔξωθεν αἰτίας, ψιλῶς ἐπὶ τῶν πραγμάτων γυμνὴν θεωρήσατέ μου τὴν πολιτείαν. μετὰ ταῦτα τοίνυν τῇ πόλει τρίτος ἐπήγετο note κίνδυνος πάντων χαλεπώτατος, οὐκέτι πεμφθεὶς ὑπὸ τῆς τύχης, ἀλλʼ ὑπὸ τῶν τότε ῥητόρων ἐπαχθείς. 1.17καί μοι τῶν πεπραγμένων ἀναμνήσθητε, ἡνίκα Δημοσθένης καὶ Λυκοῦργος τῷ μὲν λόγῳ παραταττόμενοι τοὺς Μακεδόνας ἐνίκων ἐν Τριβαλλοῖς, μόνον δʼ οὐχ ὁρατὸν ἐπὶ τοῦ βήματος νεκρὸν τὸν Ἀλέξανδρον προέθηκαν, ἐν τῷ δήμῳ δʼ ἀλείψαντες λόγοις εὐπρεπέσι Θηβαίων τοὺς παρόντας φυγάδων θυμοὺς ἐπʼ ἐλπίδι τῆς ἐλευθερίας ἠκόνησαν, ἐμὲ δὲ στυγνὸν καὶ περίλυπον ἔφασκον εἶναι, μὴ συνευδοκοῦντα 1.18ἔχει τι πικρὸν τῆς ἀληθείας λόγος, ἐπειδάν τις ἀκράτῳ παρρησίᾳ χρώμενος μεγάλων ἀγαθῶν προσδοκίαν ἀφαιρῆται· τὰ δὲ προσηνῆ κἂν ψευδῆ πείθει τοὺς ἀκούοντας. 1.19προσδόκιμος ἦν εἰς τὴν Ἀττικὴν κίνδυνος. 1.20μετὰ βραχὺ δὲ καὶ αἱ τῶν Μακεδόνων ἐπιδορατίδες ἥπτοντʼ ἤδη τῆς Ἀττικῆς, καὶ γειτνιώσης τῆς συμφορᾶς καὶ τῆς Ἑλλάδος κατεπτηχυίας, ἔδει καταψᾶν καὶ τιθασεύειν note τὴν ὀργὴν τοῦ βασιλέως ἠρεθισμένην κατὰ τοῦ δήμου. 1.21οὐχ δόσις τῶν χρημάτων λυπεῖ, ἀλλʼ πρᾶξις τοῦ λαμβάνοντος, ἐὰν κατὰ τοῦ συμφέροντος. 1.22ταῦτα λέγων τὸν τοῦ πολέμου πυρσὸν αἴρει, καὶ πολέμιος ἐπὶ τῶν πυλῶν στρατοπεδεύει. 1.23αἵματι τὸν πόλεμον διέκρινεν. 1.24οὐ γὰρ ἵνα λάβω χρυσίον, ὡς αὐτοὶ πλαττόμενοι λέγουσιν, ἀλλʼ ἵνα τόδε. 1.25σύμμαχον εἶχεν ὑποψίαν. 1.26ὄφελον καὶ Θηβαίους ἔχειν Δημάδην· ἔτι γὰρ ἂν ἦσαν αἱ Θῆβαι πόλις· νῦν δʼ εἰσιν οἰκόπεδον πόλεως καὶ λείψανα κακῶν ταῖς τῶν ἐχθρῶν χερσὶν εἰς ἔδαφος ἀχθεῖσαι. 1.27πολέμιον αἷμα καὶ Μακεδονικὸν πῦρ εἰς τὴν Ἀττικὴν ὑποδέχεσθαι ἦν οὐ καλόν, οὐδὲ σιωπᾶν καὶ καρτερεῖν ὁρῶντα καταδυομένην ὥσπερ ναῦν τὴν πόλιν. 1.28ἀλλʼ οἱ δείλαιοι σύμβουλοι ἐξαγαγόντες εἰς τὴν Βοιωτίαν τὴν ἀκμὴν τῆς πόλεως εἰσήγαγον εἰς πολυάνδριον. 1.29εἰρήνην note δεῖ καὶ οὐ λόγον ἀντιτάττειν τῇ τῶν Μακεδόνων φάλαγγι· ἄπρακτος γὰρ σπουδὴ τοῦ λόγου τῶν ἐλάττονα τῆς βουλήσεως ἐχόντων τὴν δύναμιν. 1.30πραύνεται γὰρ τῶν ἠδικημένων θυμός, ἐπειδὰν τὴν αἰτίαν ἔχων μὴ φιλονικῇ, κριτὴν δὲ ποιῇ τῆς εἰς αὑτὸν φιλανθρωπίας τὸν ἀδικούμενον. 1.31τοὺς πρέσβεις εἰς φρέαρ κατέχωσαν, εὐγενῶς μὲν τοῖς θυμοῖς παραστάντες, οὐκ εὐσεβῶς δὲ τῇ τιμωρίᾳ χρησάμενοι. 1.32ἐπόνει τοῖς κακοῖς Σπάρτη. 1.33 Δημοσθένης πικρὸς συκοφάντης διαστρέφων τὸ πρᾶγμα τῇ δεινότητι τῶν ῥημάτων διέβαλεν. 1.34ἐγίνωσκον ἀκριβῶς τὸν μὲν τῶν πολιτευομένων βίον εὐκίνητον ὄντα, τὸ δὲ μέλλον ἀόρατον, ποικίλας δὲ τὰς τῆς τύχης note μεταβολάς, ἀκρίτους δὲ τοὺς τὴν Ἑλλάδα κατέχοντας καιρούς· ὃν οὖν καθʼ ἑτέρων ἤμελλον τίθεσθαι νόμον. 1.35οὐκ ἐγὼ ταῦτα συνεβούλευον, ἀλλʼ πατρίς, καιρός, τὰ πράγματα διὰ τῆς ἐμῆς φωνῆς ἠξίου ταῦτα πράττειν· οὐ δίκαιον οὖν τὸν σύμβουλον καιρῶν εὐθύνας ὑπέχειν καὶ ὧν ἐν τῇ τύχῃ τὸ τέλος. 1.36αὐτοχειρὶ σφαγεὶς τὸν βίον ἐξέλιπεν. 1.37αἱ θυγατέρες Ἐρεχθέως τῷ καλῷ τῆς ἀρετῆς τὸ θῆλυ τῆς ψυχῆς ἐνίκησαν, καὶ τὸ τῆς φύσεως ἀσθενὲς ἔπανδρον ἐποίησεν πρὸς τὸ θρέψαν ἔδαφος φιλοστοργία. 1.38πρεσβῦται φιλοψυχοῦσιν ἐπὶ δυσμαῖς τοῦ βίου. 1.39πολεμίῳ πυρὶ τὴν Ἑλλάδα περιέλαμψεν. 1.40λόγος κενῶς μὲν ἐξενεχθεὶς θήγει τὰ ξίφη, δεξιῶς δὲ τεθεὶς καὶ τὰς ἠκονημένας λόγχας ἀπαμβλύνει· οἰκονομία δʼ ἀνύει πλέον βία. 1.41ἐπίστευσεν βάρβαρος τὸν λόγον, οὐ τὸν νοῦν ἠρεύνησεν· ἔκρινε γὰρ τοῖς ὠσὶ πρὸς ἡδονὴν τὴν ἐπαγγελίαν, οὐ πρὸς ἀλήθειαν. τὰ δʼ οὐκ ἦν λόγος, ἀλλʼ ἔργα εὐθέως ἠκολούθει. 1.42βίᾳ μὲν οὐδὲ τῶν ἐλαχίστων δύναται κρατεῖν ἄνθρωπος, ἐπινοίᾳ δὲ καὶ μεθόδῳ ὑπέζευξε μὲν ἀρότρῳ βοῦν πρὸς τὴν ἐργασίαν τῆς χώρας, ἐχαλίνωσε δὲ τὸν ἵππον, ἐλέφαντι δὲ παρέστησεν ἐπιβάτην καὶ ξύλῳ τὴν ἀμέτρητον θάλασσαν διεπέρασεν. τούτων δὲ πάντων ἀρχιτέκτων καὶ δημιουργός ἐστιν νοῦς, δεῖ καθηγεμόνι χρωμένους μὴ πάντα ζητεῖν πρὸς τὰς ἰδίας ὀξύτητας, ἀλλὰ πρὸς τὰς τῶν πραγμάτων φύσεις καὶ μεταπτώσεις. οὕτω κἀγὼ καθάπερ τι φοβερὸν θηρίον κεχαρισμένοις λόγοις τιθασεύσας τὸν Ἀλέξανδρον ἐποίησα χειροήθη πρὸς τὸ μέλλον. 1.43ἄρρενα λόγον καὶ τοῦ τῶν Ἀθηναίων ὀνόματος ἀξίαν παρρησίαν. 1.44μισῶ τοὺς δημαγωγούς, ὅτι ταράττουσι τὸν δῆμον καὶ τὸ κτῆμα τῆς ἐμῆς πολιτείας τὴν εἰρήνην ψηφίσματι πολέμου παραθραύουσιν. 1.45οἱ πρόγονοι τὴν πόλιν ἐκλιπόντες πόλιν ἔσχον τὴν θάλατταν· δʼ ἀπὸ τῆς ναυμαχίας ἧττα καὶ τὴν πεζὴν δύναμιν συνέτριψεν. 1.46ἐλευθερία ὠτακουστὴν οὐκ εὐλαβεῖται. 1.47ὀλισθηραὶ δὲ καὶ συνεχεῖς αἱ παρὰ τῶν πραγμάτων γινόμεναι μεταβολαί. 1.48ψηφίσματι γὰρ εὐνοίας τῆς ἀθανασίας ἀφίδρυται βωμός. 1.49ἐπιστήσεις αὐτοῖς κήρυκα τὸν χρόνον φθεγγόμενον. 1.50Ἀλέξανδρος τὰς ἐλπίδας συνάπτων πρὸς τὴν τῆς οἰκουμένης ἡγεμονίαν. 1.51 Δημοσθένης ἀνθρωπάριον ἐκ συλλαβῶν καὶ γλώσσης συγκείμενον. 1.52ἐκεῖνοι γὰρ οἱ λόγοι τὴν ὀργὴν τοῦ βασιλέως ὥσπερ ὕπνῳ κατεκοίμησαν. 1.53ἔτι γὰρ ἤκμαζον αἱ δυνάμεις τῆς πόλεως καὶ τῆς Ἑλλάδος τὸ φρόνημα, καὶ συνέρρει τύχη τῷ δήμῳ· νῦν δʼ ἐξωστράκισται μὲν πᾶν τὸ χρήσιμον ἐκ τῶν πραγμάτων, ἐξῄρηται δὲ τὰ νεῦρα τῶν πόλεων, εἰς ἄνεσιν δὲ καὶ τρυφὴν νενεύκασιν οἱ βίοι, τὰ δὲ τῆς ὁμονοίας οὐκέτι μένει, νόθαι δὲ γεγόνασιν αἱ τῶν φίλων ἐλπίδες. 1.54 δὲ πόλεμος ὥσπερ νέφος ἐκ παντὸς τόπου τῆς Εὐρώπης ἐπήρτητο, καὶ συνέκλειέ μου τὴν ἐπὶ τῆς ἐκκλησίας παρρησίαν, καὶ τὴν μετʼ ἐλευθερίας καὶ δόξης φωνὴν ἀφῄρει. 1.55ἐκ τῶν πραγμάτων σκοπεῖτε τὴν ἀλήθειαν, καὶ μὴ ψευδεῖς αἰτίας ὁμολογουμένων ἔργων προκρίνητε. 1.56διὰ τῶν πραγμάτων πολέμιον πῦρ προαγορεύει. αὕτη Ἀλεξάνδρου note ἐπιστολὴ συνέτριβέ μου τὴν διάνοιαν· αὕτη πόλεμον ἐν τύπῳ γραμμάτων περιέχουσα μονονοὺκ ἐπιλαβομένη μου τῆς χειρὸς ἐξήγειρεν· αὕτη πορευομένη διὰ τῶν λογισμῶν τὴν ἡσυχίαν ἄγειν οὐκ ἐπέτρεψεν· ἐν πύλαις γὰρ κίνδυνος. 1.57 δʼ ἐμὴ πολιτεία καὶ τότε θόρυβος συνεπέστησε τὴν πόλιν, καὶ διεκώλυσεν ὥσπερ κῦμα πανταχόθεν ἐπικλύσαι τὴν Ἀττικήν, καὶ τὴν ἐν Βοιωτίᾳ παρασκευὴν ἔτρεψεν εἰς Πέρσας. 1.58οὐ τὴν αὐτὴν ἔχει φαντασίαν ἐφεστηκὼς καὶ διαλλαγεὶς τοῦ πολέμου φόβος ὥσπερ γνόφος. 1.59διὸ καί πάντων δοκεῖ χαλεπώτατον, ἐν εἰρήνῃ λόγον ὑποσχεῖν τῶν ἐν πολέμῳ πεπολιτευμένων· κρίνει γὰρ ἕκαστος πρὸς τὴν παροῦσαν ἡσυχίαν, οὐ πρὸς τὸν παρελθόντα κίνδυνον. ὅταν δέ τις ἀνέλῃ τῶν πραγμάτων τὸν καιρόν, ἀνταναιρεῖται καὶ τὸ δίκαιον τῆς πράξεως. 1.60ἕκαστον τῶν ἀδικημάτων ἰδίας ἔχει τὰς οἰκονομίας· μὲν γάρ ἐστι δεόμενα τῆς <ἐξ> note Ἀρείου πάγου βουλῆς, δὲ τῶν ἐλαττόνων δικαστηρίων, δὲ τῆς ἡλιαίας· πάντα δὲ ταῦτα διώρισται τοῖς ὀνόμασι, τοῖς πράγμασι, τοῖς χρόνοις, τοῖς ἐπιτιμίοις, ταῖς ἀγωγαῖς καὶ τῷ πλήθει τῶν δικαζόντων. 1.61ἀδίκους οἱ συκοφάνται μου ποιοῦνται τὰς διώξεις· οὐ γὰρ βουλεύσεως ἐγκαλοῦσιν, οἷς ἀνώμοτος κακία· τοῖς δὲ δικασταῖς ἔνορκος κρίσις. 1.62ἄδικος κρίσις ἀδίκου τιμωρίας ὀνόματι μόνον διαφέρει. 1.63ὑποβρύχιον ὤσειν μʼ ὑπολαμβάνουσιν. 1.64οὐ δίκαιόν ἐστι τὴν τοῦ κινδυνεύοντος σωτηρίαν ἐφόδιον γενέσθαι συκοφαντίας τοῖς πάντα τολμᾶν προῃρημένοις, οὐδὲ τὴν ἐκ τῶν λόγων κατηγορίαν ἰσχυροτέραν ἡγεῖσθαι τῆς ἐκ τῶν πραγμάτων ἀπολογίας. 1.65ἑτερόφθαλμος γέγονεν Ἑλλὰς τῆς τῶν Θηβαίων ἀναιρεθείσης πόλεως.



Demades, On the Twelve Years (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Demad.].
<<Demad. 1 Demad. 1 (English) >>Demad. 1

Powered by PhiloLogic